TLG 1206 003 :: ATHENODORUS :: Fragmenta ATHENODORUS Phil. Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 486–488.
Citation: Fragment — (line) | ||
t1 | ΠΕΡΙ ΤΑΡΣΟΥ ΠΑΤΡΙΔΟΣ. | |
1 | Steph. Byz.: Ἀγχιάλη, πόλις Κιλικίας, παραθα‐ λασσία τῇ Τάρσῳ καὶ Ζεφυρίῳ· ἔστι δὲ κτίσμα Ἀγχιά‐ λης τῆς Ἰαπετοῦ θυγατρὸς, ὡς Ἀθηνόδωρος Περὶ τῆς αὐτοῦ πατρίδος γράφων, καὶ παρατιθεὶς Διόδωρον τὸν | 486 |
5 | γραμματικὸν συμφωνοῦντα Πτολεμαίῳ βασιλεῖ. «Γί‐ νεται δ’ Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ κτίζει πόλιν Ἀγχιάλην [πρὸς] Ἀγχιαλέα τὸν παρακείμενον ποτα‐ μόν. Γεννᾷ δ’ υἱὸν Κύδνον, ἀφ’ οὗ ποταμὸς Κύδνος ἐν Ταρσῷ· ὁ δὲ Κύδνος υἱὸν Παρθένιον, ἀφ’ οὗ ἡ πόλις | |
---|---|---|
10 | μετωνομάσθη Παρθενία. Μεταπεσόντος δὲ τοῦ ὀνόματος, Τάρσος ἐκλήθη.» | |
t2-5c | ΠΡΟΣ ΟΚΤΑΟΥΙΑΝ. | |
2 | Plutarch. Poplicola 17: Τοῦτον τὸν ἄνδρα Μούκιον ὁμοῦ τι πάντων καὶ Σκαιόλαν καλούντων, Ἀθηνόδωρος ὁ Σάνδωνος ἐν τῷ πρὸς Ὀκταουΐαν τὴν Καίσαρος ἀδελφὴν καὶ Ὀψίγονον ὠνομάσθαι φησίν. | |
3 | Strabo XVI: Βασιλεύεται μὲν οὖν (sc. ἡ Πέτρα) ὑπό τινος ἀεὶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους· ἔχει δ’ ὁ βασιλεὺς ἐπί‐ τροπον, τῶν ἑταίρων τινὰ καλούμενον ἀδελφόν· σφόδρα | |
5 | δ’ εὐνομεῖται. Γενόμενος γοῦν παρὰ τοῖς Πετραίοις Ἀθηνόδωρος, ἀνὴρ φιλόσοφος καὶ ἡμῖν ἑταῖρος, διη‐ γεῖτο θαυμάζων. Εὑρεῖν γὰρ ἐπιδημοῦντας ἔφη πολλοὺς τῶν Ῥωμαίων, πολλοὺς δὲ καὶ τῶν ἄλλων ξένων· τοὺς μὲν οὖν ξένους ὁρᾶν κρινομένους πολλάκις, καὶ πρὸς | |
10 | τοὺς ἀλλήλους καὶ πρὸς τοὺς ἐπιχωρίους· τῶν δ’ ἐπι‐ χωρίων οὐδένας ἀλλήλοις ἐγκαλοῦντας, ἀλλὰ τὴν πᾶσαν εἰρήνην ἄγοντας πρὸς ἑαυτούς. | |
4a | Clemens Alexandr. Protrept.: Οἱ μὲν γὰρ αὐτὸν (τὸν Αἰγύπτιον Σάραπιν) ἱστοροῦσι χαριστήριον ὑπὸ Σινωπέων Πτολεμαίῳ τῷ Φιλαδέλφῳ τῷ Αἰγυπτίων πεμφθῆναι βασιλεῖ, ὃς λιμῷ τρυχομέ‐ | |
5 | νους αὐτοὺς ἀπ’ Αἰγύπτου μεταπεμψάμενος σῖτον ἀνε‐ κτήσατο· εἶναι δὲ τὸ ξόανον τοῦτο ἄγαλμα Πλούτωνος, ὃ δεξάμενος ὁ Πτολεμαῖος τὸν ἀνδριάντα καθίδρυσεν ἐπὶ τῆς ἄκρας, ἣν νῦν Ῥακῶτιν καλοῦσιν, ἔνθα καὶ τὸ ἱερὸν τετίμηται τοῦ Σαράπιδος, γειτνιᾷ δὲ τοῖς τόποις | |
10 | τὸ χωρίον (?). Βλίστιχιν δὲ τὴν παλλακίδα τελευ‐ τήσασαν ἐν Κανώβῳ μεταγαγὼν ὁ Πτολεμαῖος ἔθαψεν ὑπὸ τὸν προδεδηλωμένον σηκόν. Ἄλλοι δέ φασιν Ποντικὸν εἶναι βρέτας τὸν Σάραπιν, μετῆχθαι δὲ εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς πανηγυρικῆς. Ἰσίδωρος μό‐ | |
15 | νος παρὰ Σελευκέων τῶν πρὸς Ἀντιόχειαν τὸ ἄγαλμα μεταχθῆναι λέγει, ἐν σιτοδείᾳ καὶ αὐτῶν γενομένων καὶ ὑπὸ Πτολεμαίου διατραφέντων. Ἀλλ’ ὅ γε Ἀθηνό‐ δωρος ὁ τοῦ Σάνδωνος ἀρχαΐζειν τὸν Σάραπιν βουληθεὶς | |
οὐκ οἶδ’ ὅπως περιέπεσεν, ἐλέγξας αὐτὸν ἄγαλμα εἶναι | 487 | |
20 | γενητόν. Σέσωστρίν φησι τὸν Αἰγύπτιον βασιλέα τὰ πλεῖστα τῶν παρ’ Ἕλλησι παραστησάμενον ἐθνῶν, ἐπανελθόντα εἰς Αἴγυπτον ἐπαγαγέσθαι τεχνίτας ἱκα‐ νούς· τὸν οὖν Ὄσιριν τὸν προπάτορα τὸν αὐτοῦ δαι‐ δαλθῆναι ἐκέλευσεν αὐτὸς πολυτελῶς· κατασκευάζει δὲ | |
25 | αὐτὸν Βρύαξις ὁ δημιουργὸς, οὐχ ὁ Ἀθηναῖος, ἄλλος δέ τις ὁμώνυμος ἐκείνῳ τῷ Βρυάξιδι· ὃς ὕλῃ κατακέχρη‐ ται εἰς δημιουργίαν μικτῇ καὶ ποικίλῃ. Ῥίνημα γὰρ χρυσοῦ ἦν αὐτῷ καὶ ἀργύρου, χαλκοῦ τε καὶ σιδήρου καὶ μολύβδου, πρὸς δὲ καὶ κασσιτέρου, λίθων δὲ Αἰ‐ | |
30 | γυπτίων ἐνέδει οὐδὲ εἷς, σαπφείρου καὶ αἱματίτου θραύ‐ σματα σμαράγδου τε, ἀλλὰ καὶ τοπαζίου. Λεάνας οὖν τὰ πάντα καὶ ἀναμίξας ἔχρωσε κυάνῳ, οὗ δὴ χάριν μελάντερον τὸ χρῶμα τοῦ ἀγάλματος, καὶ τῷ ἐκ τῆς Ὀσίριδος καὶ τοῦ Ἄπιος κηδείας ὑπολελειμμένῳ φαρ‐ | |
35 | μάκῳ φυράσας τὰ πάντα διέπλασεν τὸν Σάραπιν· οὗ καὶ τοὔνομα αἰνίττεται τὴν κοινωνίαν τῆς κηδείας καὶ τὴν ἐκ τῆς ταφῆς δημιουργίαν, σύνθετον ἀπό τε Ὀσί‐ ριδος καὶ Ἄπιος γενόμενον Ὀσίραπις. | |
4b | Eustathius ad Dionys. v. 215: Γαιτοῦλοι, ἔθνος μέγιστον Λιβυκόν· τούτους Ἀθηνόδωρος Γαιτουλίους λέγει. | |
5a | Strabo I: Ἡμεῖς δὲ τὸν μὲν πλείω λόγον περὶ τοῦ Ὠκεανοῦ καὶ τῶν πλημμυρίδων εἰς Ποσειδώ‐ νιον ἀναβαλλόμεθα καὶ Ἀθηνόδωρον, ἱκανῶς δια‐ κρατήσαντας τὸν περὶ τούτων λόγον. | |
5b | Idem I: Περὶ μὲν οὖν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων εἰρήκασιν ἱκανῶς Ποσειδώνιός τε καὶ Ἀθηνόδωρος. | |
5c | Idem III: Ὥσπερ Ἀθηνόδωρός φησιν, εἰσπνοῇ τε καὶ ἐκπνοῇ τὸ συμβαῖνον περὶ τὰς πλημ‐ | |
μυρίδας καὶ περὶ τὰς ἀμπώτεις ἔοικεν. | 488 |